Crear actividad
Jugar Test
1. 
1. Ποῦ παίζει ἡ Ὑπατία ἐν ᾧ ἡ δούλη τὰ ἱμάτια πλύνει;
A.
Ἠ Ὑπατία παίζει πρὸς τῇ ὄχθῃ τῆς πόλεως.
B.
Ἠ Ὑπατία παίζει πρὸς τῇ ὄχθῃ τοῦ ποταμοῦ.
C.
Ἠ Ὑπατία παίζει πρὸς τῇ ὄχθῃ τοῦ Κεραμεικοῦ
D.
Ἠ Ὑπατία οὐ παίζει.
2. 
2. Πόθεν ἐστὶν ὁ Ἀλέξανδρος;
A.
Ὁ Ἀλέξανδρος ξένος Μακεδών ἐστιν ἐκ Πέλλης.
B.
Ὁ Ἀλέξανδρος ξένος Λακεδαιμόνιος ἐκ Σπάρτης ἐστίν.
C.
Ὁ Ἀλέξανδρος Ἀθηναῖός ἐστιν, ἐκ τῶν Ἀθήνων.
3. 
3. Τί δὲ κατασκευάζων πονεῖ ὅλην τὴν ἡμέραν ὁ τοῦ Ἀλεξάνδρου πατήρ;
A.
Ὁ τοῦ Ἀλεξάνδρου πατὴρ ἀλλᾶντας ἐν τῇ ἀγορᾷ πωλῶν πονεῖ
B.
Ὁ τοῦ Ἀλεξάνδρου πατὴρ τά τε παιδία καὶ τοὺς νεανίας διδάσκων πονεῖ.
C.
Ὁ τοῦ Ἀλεξάνδρου πατὴρ καλὰ ἀγγεῖα κατασκευάζων πονεῖ
D.
Ὁ τοῦ Ἀλεξάνδρου πατὴρ τὰ μεγάλα ἀγάλματα τῆς Ἀκροπόλεως πολλῇ προθυμίᾳ κατασκευάζων πονεῖ.
4. 
4. Ποῦ κεῖνται οἱ τάφοι τῶν νεκρῶν ἐν ̓Αθήναις;
A.
Ἐν τῷ ἔξω Κεραμεικῷ κεῖνται οἱ τάφοι τῶν νεκρῶν.
B.
Ἐν τῇ ἀγορᾷ κεῖνται οἱ τάφοι τῶν νεκρῶν.
C.
Ἐν τῷ διδασκαλείῳ κεῖνται οἱ τάφοι τῶν νεκρῶν.
D.
Ἐν τῷ ἔσω Κεραμεικῷ κεῖνται οἱ τάφοι τῶν νεκρῶν
5. 
5. Ποῦ δ ̓ ἐργάζεται ὁ τοῦ Λεωνίδου πατήρ;
A.
Ὁ τοῦ Λεωνίδου πατὴρ ἐργάζεται ἐν τῇ ἀγορᾷ.
B.
Ὁ τοῦ Λεωνίδου πατὴρ ἐργάζεται ἐν τῷ διδασκαλείῳ.
C.
Ὁ τοῦ Λεωνίδου πατὴρ ἐργάζεται ἐν τῷ Κεραμεικῷ.
D.
Ὁ τοῦ Λεωνίδου πατὴρ ἐργάζεται ἐν τῇ Ἀκροπόλει.
6. 
6. Τί δ ̓ ἐστὶ τὸ διδασκαλεῖον;
A.
Ἐν τῷ διδασκαλείῳ ὁ διδάσκαλος καλὰ ἀγγεῖα κατασκευάζει.
B.
Ἐν τῷ διδασκαλείῳ ὁ διδάσκαλος τά τε παιδία καὶ τοὺς νεανίας διδάσκει.
C.
Ἐν τῷ διδασκαλείῳ ὁ διδάσκαλος ἀλλᾶντας πωλεῖ.
D.
Ἐν τῷ διδασκαλείῳ ὁ διδάσκαλος τὰ μεγάλα ἀγάλματα κατασκευάζει.
7. 
7. Διὰ τί στρατηγὸς βούλεται γενέσθαι ὁ Λεωνίδας;
A.
Διότι φιλεῖ τὰ γράμματα.
B.
Διότι φιλεῖ τὴν θάλασσαν καὶ τὰ πλοῖα.
C.
Διότι φιλεῖ τὰ ἄστρα, τοὺς πλανήτας καὶ τὸν οὐρανόν.
D.
Διότι φιλεῖ τὰ ὅπλα.
8. 
8. Ἆρα ἡ Ὑπατία κολυμβᾷ;
A.
Ναί, οὐ κολυμβᾷ.
B.
Οὐδαμῶς, καλῶς γὰρ οὐ κολυμβᾶ.
C.
Ἡ Ὑπατία κολυμβᾷ‧ φόβον γὰρ οὐκ ἔχει.
9. 
9. Διὰ τί πίπτει πρὸς τὴν γῆν ἐπεὶ πρὸς τὸν ποταμὸν τρέχει;
A.
Λίθος γάρ ἐστι πλησίον τῆς ὄχθης, ἡ δὲ παῖς οὐχ ὁρᾷ αὐτὸν καὶ πταίει
B.
Ἡ Ὑπατία οὐ πίπτει πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὴν ὄχθην.
C.
Ἄγαλμά ἐστι πλησίον τῆς ὄχθης, ἡ δὲ παῖς οὐχ ὁρᾷ αὐτὸ καὶ πταίει.
D.
Πλοῖόν ἐστι πλησίον τῆς ὄχθης, ἡ δὲ παῖς οὐχ ὁρᾷ αὐτὸν καὶ πταίει
10. 
10. Τί δὲ κελεύει ἡ Ἠλέκτρα αὐτὴν ποιεῖν;
A.
Ἡ Ἠλέκτρα αὐτὴν οὐδὲν κελεύει.
B.
«Δός μοι τὴν χεῖρα καὶ βάδιζε! Σπεῦδε, καιρὸς γάρ ἐστι πρὸς τὴν οἰκίαν ἐπανέρχεσθαι.»
C.
«Δός μοι τὴν χεῖρα καὶ βάδιζε! Σπεῦδε, καιρὸς γάρ ἐστι πρὸς τὴν ἀγοράν ἐπανέρχεσθαι.»
D.
«Δός μοι τὴν κεφαλὴν καὶ βάδιζε! Σπεῦδε, καιρὸς γάρ ἐστι πρὸς τὴν Ἀκρόπολιν ἐπανέρχεσθαι.»
11. 
11. Τί δὲ κελεύει ἡ Ἠλέκτρα αὐτὴν ποιεῖν;
A.
Ἡ Ἠλέκτρα αὐτὴν οὐδὲν κελεύει.
B.
Ἡ Ἠλέκτρα αὐτὴν κελεύει ἄγειν τὴν παῖδα πρὸς τὴν Ἀκρόπολιν.
C.
Ἡ Ἠλέκτρα αὐτὴν κελεύει ἄγειν τὴν παῖδα πρὸς τὸ δωμάτιον.
D.
Ἡ Ἠλέκτρα αὐτὴν κελεύει ἄγειν τὴν παῖδα πρὸς τὴν ἀγοράν.
12. 
12. Ἆρα «κατασκευάζων» ὀριστική ἐστιν;
A.
Οὐδαμῶς, «κατασκευάζων» μετοχή ἐστιν.
B.
Ναί, «κατασκευάζων» ὀριστική ἐστιν.
C.
Οὐδαμῶς, «κατασκευάζων» κλητικὴ πτῶσίς ἐστιν.
D.
Οὐδαμῶς, «κατασκευάζων» προστακτική ἐστιν.
13. 
13. Ἆρα «ἄγων» προστακτική ἐστιν;
A.
Οὐδαμῶς, «ἄγων» ὀριστική ἐστιν.
B.
Οὐδαμῶς, «ἄγων» μετοχή ἐστιν.
C.
Ναί, «ἄγων» προστακτική ἐστιν
D.
Οὐδαμῶς, «ἄγων» κλητικὴ πτῶσίς ἐστιν.
14. 
14. Ἆρα «Λεωνίδα» ὀνομαστική ἐστιν;
A.
Οὐδαμῶς, «Λεωνίδα» κλητικὴ πτῶσίς ἐστιν.
B.
Οὐδαμῶς, «Λεωνίδα» αἰτιατικὴ πτῶσίς ἐστιν.
C.
Ναί, «Λεωνίδα» ὀνομαστική ἐστιν.
D.
Οὐδαμῶς, «Λεωνίδα» γενικὴ πτῶσίς ἐστιν.